Bacchae
Euripides
Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)
- ἴτω δίκα φανερός, ἴτω ξιφηφόρος
- φονεύουσα λαιμῶν διαμπὰξ
- τὸν ἄθεον ἄνομον ἄδικον Ἐχίονος
- γόνον γηγενῆ.
- ὃς ἀδίκῳ γνώμᾳ παρανόμῳ τʼ ὀργᾷ
- περὶ σὰ Βάκχιʼ, ὄργια ματρός τε σᾶς
- μανείσᾳ πραπίδι
- παρακόπῳ τε λήματι στέλλεται,
- τἀνίκατον ὡς κρατήσων βίᾳ,
- γνωμᾶν σωφρόνα θάνατος ἀπροφάσιστος [*](word split in text ἀπροφάσι-στος)
- ἐς τὰ θεῶν ἔφυ·
- βροτείως τʼ ἔχειν ἄλυπος βίος.
- τὸ σοφὸν οὐ φθονῶ·
- χαίρω θηρεύουσα· τὰ δʼ ἕτερα μεγάλα
- φανερά τʼ· ὤ, νάειν ἐπὶ τὰ καλὰ βίον,
- ἦμαρ ἐς νύκτα τʼ εὐαγοῦντʼ [*](word split in text εὐ-αγοῦντʼ)
- εὐσεβεῖν, τὰ δʼ ἔξω νόμιμα
- δίκας ἐκβαλόντα τιμᾶν θεούς.
- ἴτω δίκα φανερός, ἴτω ξιφηφόρος
- φονεύουσα λαιμῶν διαμπὰξ