Bacchae

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. τόνδʼ εἰς ἀγῶνα μέγαν, ὁ νικήσων δʼ ἐγὼ
  2. καὶ Βρόμιος ἔσται. τἄλλα δʼ αὐτὸ σημανεῖ.
Χορός
  1. ἴτε θοαὶ Λύσσας κύνες ἴτʼ εἰς ὄρος,
  2. θίασον ἔνθʼ ἔχουσι Κάδμου κόραι,
  3. ἀνοιστρήσατέ νιν
  4. ἐπὶ τὸν ἐν γυναικομίμῳ στολᾷ
  5. λυσσώδη κατάσκοπον μαινάδων.
  6. μάτηρ πρῶτά νιν λευρᾶς ἀπὸ πέτρας
  7. ἢ σκόλοπος ὄψεται
  8. δοκεύοντα, μαινάσιν δʼ ἀπύσει·
  9. Τίς ὅδʼ ὀρειδρόμων
  10. μαστὴρ Καδμείων ἐς ὄρος ἐς ὄρος ἔμολʼ
  11. ἔμολεν, ὦ βάκχαι; τίς ἄρα νιν ἔτεκεν;
  12. οὐ γὰρ ἐξ αἵματος
  13. γυναικῶν ἔφυ, λεαίνας δέ τινος
  14. ὅδʼ ἢ Γοργόνων Λιβυσσᾶν γένος.