Bacchae

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. τοιγάρ σʼ ἀγῶνες ἀναμένουσιν οὓς ἐχρῆν.
  2. ἕπου δέ· πομπὸς δʼ εἶμʼ ἐγὼ σωτήριος,
  3. κεῖθεν δʼ ἀπάξει σʼ ἄλλος.
Πενθεύς
  1. ἡ τεκοῦσά γε.
Διόνυσος
  1. ἐπίσημον ὄντα πᾶσιν.
Πενθεύς
  1. ἐπὶ τόδʼ ἔρχομαι.
Διόνυσος
  1. φερόμενος ἥξεις ---
Πενθεύς
  1. ἁβρότητʼ ἐμὴν λέγεις.
Διόνυσος
  1. ἐν χερσὶ μητρός.
Πενθεύς
  1. καὶ τρυφᾶν μʼ ἀναγκάσεις.
Διόνυσος
  1. τρυφάς γε τοιάσδε.
Πενθεύς
  1. ἀξίων μὲν ἅπτομαι.
Διόνυσος
  1. δεινὸς σὺ δεινὸς κἀπὶ δείνʼ ἔρχῃ πάθη,
  2. ὥστʼ οὐρανῷ στηρίζον εὑρήσεις κλέος.
  3. ἔκτεινʼ, Ἀγαύη, χεῖρας αἵ θʼ ὁμόσποροι
  4. Κάδμου θυγατέρες· τὸν νεανίαν ἄγω