Bacchae

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. παρὰ θεῶν γέρας ἐν βροτοῖς
  2. ἢ χεῖρʼ ὑπὲρ κορυφᾶς
  3. τῶν ἐχθρῶν κρείσσω κατέχειν;
  4. ὅ τι καλὸν φίλον ἀεί.
Χορός
  1. ὁρμᾶται μόλις, ἀλλʼ ὅμως
  2. πιστόν τι τὸ θεῖον
  3. σθένος· ἀπευθύνει δὲ βροτῶν
  4. τούς τʼ ἀγνωμοσύναν τιμῶντας [*](word split in text τιμῶν-τας)
  5. καὶ μὴ τὰ θεῶν αὔξοντας [*](word split in text αὔξον-τας)
  6. σὺν μαινομένᾳ δόξᾳ.
  7. κρυπτεύουσι δὲ ποικίλως
  8. δαρὸν χρόνου πόδα καὶ
  9. θηρῶσιν τὸν ἄσεπτον. οὐ
  10. γὰρ κρεῖσσόν ποτε τῶν νόμων
  11. γιγνώσκειν χρὴ καὶ μελετᾶν.
  12. κούφα γὰρ δαπάνα νομίζειν [*](word split in text νομί-ζειν)
  13. ἰσχὺν τόδʼ ἔχειν,
  14. ὅ τι ποτʼ ἄρα τὸ δαιμόνιον,
  15. τό τʼ ἐν χρόνῳ μακρῷ νόμιμον
  16. ἀεὶ φύσει τε πεφυκός.