Bacchae

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. μή σε κτάνωσιν, ἢν ἀνὴρ ὀφθῇς ἐκεῖ.
Πενθεύς
  1. εὖ γʼ εἶπας αὖ τόδʼ· ὥς τις εἶ πάλαι σοφός.
Διόνυσος
  1. Διόνυσος ἡμᾶς ἐξεμούσωσεν τάδε.
Πενθεύς
  1. πῶς οὖν γένοιτʼ ἂν ἃ σύ με νουθετεῖς καλῶς;
Διόνυσος
  1. ἐγὼ στελῶ σε δωμάτων ἔσω μολών.
Πενθεύς
  1. τίνα στολήν; ἦ θῆλυν; ἀλλʼ αἰδώς μʼ ἔχει.
Διόνυσος
  1. οὐκέτι θεατὴς μαινάδων πρόθυμος εἶ.
Πενθεύς
  1. στολὴν δὲ τίνα φῂς ἀμφὶ χρῶτʼ ἐμὸν βαλεῖν;
Διόνυσος
  1. κόμην μὲν ἐπὶ σῷ κρατὶ ταναὸν ἐκτενῶ.
Πενθεύς
  1. τὸ δεύτερον δὲ σχῆμα τοῦ κόσμου τί μοι;
Διόνυσος
  1. πέπλοι ποδήρεις· ἐπὶ κάρᾳ δʼ ἔσται μίτρα.
Πενθεύς
  1. ἦ καί τι πρὸς τοῖσδʼ ἄλλο προσθήσεις ἐμοί;
Διόνυσος
  1. θύρσον γε χειρὶ καὶ νεβροῦ στικτὸν δέρας.
Πενθεύς
  1. οὐκ ἂν δυναίμην θῆλυν ἐνδῦναι στολήν.
Διόνυσος
  1. ἀλλʼ αἷμα θήσεις συμβαλὼν βάκχαις μάχην.
Πενθεύς
  1. ὀρθῶς· μολεῖν χρὴ πρῶτον εἰς κατασκοπήν.