Bacchae
Euripides
Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)
- ταρβῶ μὲν εἰπεῖν τοὺς λόγους ἐλευθέρους
- πρὸς τὸν τύραννον, ἀλλʼ ὅμως εἰρήσεται·
- Διόνυσος ἥσσων οὐδενὸς θεῶν ἔφυ.
- ἤδη τόδʼ ἐγγὺς ὥστε πῦρ ὑφάπτεται
- ὕβρισμα βακχῶν, ψόγος ἐς Ἕλληνας μέγας.
- ἀλλʼ οὐκ ὀκνεῖν δεῖ· στεῖχʼ ἐπʼ Ἠλέκτρας ἰὼν
- πύλας· κέλευε πάντας ἀσπιδηφόρους
- ἵππων τʼ ἀπαντᾶν ταχυπόδων ἐπεμβάτας
- πέλτας θʼ ὅσοι πάλλουσι καὶ τόξων χερὶ
- ψάλλουσι νευράς, ὡς ἐπιστρατεύσομεν
- βάκχαισιν· οὐ γὰρ ἀλλʼ ὑπερβάλλει τάδε,
- εἰ πρὸς γυναικῶν πεισόμεσθʼ ἃ πάσχομεν.
- πείθῃ μὲν οὐδέν, τῶν ἐμῶν λόγων κλύων,
- Πενθεῦ· κακῶς δὲ πρὸς σέθεν πάσχων ὅμως
- οὔ φημι χρῆναί σʼ ὅπλʼ ἐπαίρεσθαι θεῷ,
- ἀλλʼ ἡσυχάζειν· Βρόμιος οὐκ ἀνέξεται