Bacchae

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. θύρσων γλυκεῖαι μέλιτος ἔσταζον ῥοαί.
  2. ὥστʼ, εἰ παρῆσθα, τὸν θεὸν τὸν νῦν ψέγεις
  3. εὐχαῖσιν ἂν μετῆλθες εἰσιδὼν τάδε.
  4. ξυνήλθομεν δὲ βουκόλοι καὶ ποιμένες,
  5. κοινῶν λόγων δώσοντες ἀλλήλοις ἔριν
  6. ὡς δεινὰ δρῶσι θαυμάτων τʼ ἐπάξια·
  7. καί τις πλάνης κατʼ ἄστυ καὶ τρίβων λόγων
  8. ἔλεξεν εἰς ἅπαντας· Ὦ σεμνὰς πλάκας
  9. ναίοντες ὀρέων, θέλετε θηρασώμεθα
  10. Πενθέως Ἀγαύην μητέρʼ ἐκ βακχευμάτων
  11. χάριν τʼ ἄνακτι θώμεθα; εὖ δʼ ἡμῖν λέγειν
  12. ἔδοξε, θάμνων δʼ ἐλλοχίζομεν φόβαις
  13. κρύψαντες αὑτούς· αἳ δὲ τὴν τεταγμένην
  14. ὥραν ἐκίνουν θύρσον ἐς βακχεύματα,
  15. Ἴακχον ἀθρόῳ στόματι τὸν Διὸς γόνον
  16. Βρόμιον καλοῦσαι· πᾶν δὲ συνεβάκχευʼ ὄρος