Bacchae
Euripides
Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)
- καὶ πρῶτα μὲν καθεῖσαν εἰς ὤμους κόμας
- νεβρίδας τʼ ἀνεστείλανθʼ ὅσαισιν ἁμμάτων
- σύνδεσμʼ ἐλέλυτο, καὶ καταστίκτους δορὰς
- ὄφεσι κατεζώσαντο λιχμῶσιν γένυν.
- αἳ δʼ ἀγκάλαισι δορκάδʼ ἢ σκύμνους λύκων
- ἀγρίους ἔχουσαι λευκὸν ἐδίδοσαν γάλα,
- ὅσαις νεοτόκοις μαστὸς ἦν σπαργῶν ἔτι
- βρέφη λιπούσαις· ἐπὶ δʼ ἔθεντο κισσίνους
- στεφάνους δρυός τε μίλακός τʼ ἀνθεσφόρου.
- θύρσον δέ τις λαβοῦσʼ ἔπαισεν ἐς πέτραν,
- ὅθεν δροσώδης ὕδατος ἐκπηδᾷ νοτίς·
- ἄλλη δὲ νάρθηκʼ ἐς πέδον καθῆκε γῆς,
- καὶ τῇδε κρήνην ἐξανῆκʼ οἴνου θεός·
- ὅσαις δὲ λευκοῦ πώματος πόθος παρῆν,
- ἄκροισι δακτύλοισι διαμῶσαι χθόνα
- γάλακτος ἑσμοὺς εἶχον· ἐκ δὲ κισσίνων