Bacchae

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. ἀγρίους ἔχουσαι λευκὸν ἐδίδοσαν γάλα,
  2. ὅσαις νεοτόκοις μαστὸς ἦν σπαργῶν ἔτι
  3. βρέφη λιπούσαις· ἐπὶ δʼ ἔθεντο κισσίνους
  4. στεφάνους δρυός τε μίλακός τʼ ἀνθεσφόρου.
  5. θύρσον δέ τις λαβοῦσʼ ἔπαισεν ἐς πέτραν,
  6. ὅθεν δροσώδης ὕδατος ἐκπηδᾷ νοτίς·
  7. ἄλλη δὲ νάρθηκʼ ἐς πέδον καθῆκε γῆς,
  8. καὶ τῇδε κρήνην ἐξανῆκʼ οἴνου θεός·
  9. ὅσαις δὲ λευκοῦ πώματος πόθος παρῆν,
  10. ἄκροισι δακτύλοισι διαμῶσαι χθόνα
  11. γάλακτος ἑσμοὺς εἶχον· ἐκ δὲ κισσίνων
  12. θύρσων γλυκεῖαι μέλιτος ἔσταζον ῥοαί.
  13. ὥστʼ, εἰ παρῆσθα, τὸν θεὸν τὸν νῦν ψέγεις
  14. εὐχαῖσιν ἂν μετῆλθες εἰσιδὼν τάδε.
  15. ξυνήλθομεν δὲ βουκόλοι καὶ ποιμένες,
  16. κοινῶν λόγων δώσοντες ἀλλήλοις ἔριν
  17. ὡς δεινὰ δρῶσι θαυμάτων τʼ ἐπάξια·
  18. καί τις πλάνης κατʼ ἄστυ καὶ τρίβων λόγων
  19. ἔλεξεν εἰς ἅπαντας· Ὦ σεμνὰς πλάκας
  20. ναίοντες ὀρέων, θέλετε θηρασώμεθα