Bacchae

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. ὁρῶ δὲ θιάσους τρεῖς γυναικείων χορῶν,
  2. ὧν ἦρχʼ ἑνὸς μὲν Αὐτονόη, τοῦ δευτέρου
  3. μήτηρ Ἀγαύη σή, τρίτου δʼ Ἰνὼ χοροῦ.
  4. ηὗδον δὲ πᾶσαι σώμασιν παρειμέναι,
  5. αἳ μὲν πρὸς ἐλάτης νῶτʼ ἐρείσασαι φόβην,
  6. αἳ δʼ ἐν δρυὸς φύλλοισι πρὸς πέδῳ κάρα
  7. εἰκῇ βαλοῦσαι σωφρόνως, οὐχ ὡς σὺ φῂς
  8. ᾠνωμένας κρατῆρι καὶ λωτοῦ ψόφῳ
  9. θηρᾶν καθʼ ὕλην Κύπριν ἠρημωμένας.
  10. ἡ σὴ δὲ μήτηρ ὠλόλυξεν ἐν μέσαις
  11. σταθεῖσα βάκχαις, ἐξ ὕπνου κινεῖν δέμας,
  12. μυκήμαθʼ ὡς ἤκουσε κεροφόρων βοῶν.
  13. αἳ δʼ ἀποβαλοῦσαι θαλερὸν ὀμμάτων ὕπνον
  14. ἀνῇξαν ὀρθαί, θαῦμʼ ἰδεῖν εὐκοσμίας,
  15. νέαι παλαιαὶ παρθένοι τʼ ἔτʼ ἄζυγες.
  16. καὶ πρῶτα μὲν καθεῖσαν εἰς ὤμους κόμας
  17. νεβρίδας τʼ ἀνεστείλανθʼ ὅσαισιν ἁμμάτων
  18. σύνδεσμʼ ἐλέλυτο, καὶ καταστίκτους δορὰς
  19. ὄφεσι κατεζώσαντο λιχμῶσιν γένυν.
  20. αἳ δʼ ἀγκάλαισι δορκάδʼ ἢ σκύμνους λύκων