Bacchae

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. ὃ μὴ πάθῃς σύ· δεῦρό σου στέψω κάρα
  2. κισσῷ· μεθʼ ἡμῶν τῷ θεῷ τιμὴν δίδου.
Πενθεύς
  1. οὐ μὴ προσοίσεις χεῖρα, βακχεύσεις δʼ ἰών,
  2. μηδʼ ἐξομόρξῃ μωρίαν τὴν σὴν ἐμοί;
  3. τῆς σῆς δʼ ἀνοίας τόνδε τὸν διδάσκαλον
  4. δίκην μέτειμι. στειχέτω τις ὡς τάχος,
  5. ἐλθὼν δὲ θάκους τοῦδʼ ἵνʼ οἰωνοσκοπεῖ
  6. μοχλοῖς τριαίνου κἀνάτρεψον ἔμπαλιν,
  7. ἄνω κάτω τὰ πάντα συγχέας ὁμοῦ,
  8. καὶ στέμματʼ ἀνέμοις καὶ θυέλλαισιν μέθες.
  9. μάλιστα γάρ νιν δήξομαι δράσας τάδε.
  10. οἳ δʼ ἀνὰ πόλιν στείχοντες ἐξιχνεύσατε
  11. τὸν θηλύμορφον ξένον, ὃς ἐσφέρει νόσον
  12. καινὴν γυναιξὶ καὶ λέχη λυμαίνεται.
  13. κἄνπερ λάβητε, δέσμιον πορεύσατε
  14. δεῦρʼ αὐτόν, ὡς ἂν λευσίμου δίκης τυχὼν
  15. θάνῃ, πικρὰν βάκχευσιν ἐν Θήβαις ἰδών.
Τειρεσίας
  1. ὦ σχέτλιʼ, ὡς οὐκ οἶσθα ποῦ ποτʼ εἶ λόγων.
  2. μέμηνας ἤδη· καὶ πρὶν ἐξέστης φρενῶν.
  3. στείχωμεν ἡμεῖς, Κάδμε, κἀξαιτώμεθα