Bacchae
Euripides
Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)
- κἀκεῖνος, οἶμαι, τέρπεται τιμώμενος.
- ἐγὼ μὲν οὖν καὶ Κάδμος, ὃν σὺ διαγελᾷς,
- κισσῷ τʼ ἐρεψόμεσθα καὶ χορεύσομεν,
- πολιὰ ξυνωρίς, ἀλλʼ ὅμως χορευτέον,
- κοὐ θεομαχήσω σῶν λόγων πεισθεὶς ὕπο.
- μαίνῃ γὰρ ὡς ἄλγιστα, κοὔτε φαρμάκοις
- ἄκη λάβοις ἂν οὔτʼ ἄνευ τούτων νοσεῖς.
- ὦ πρέσβυ, Φοῖβόν τʼ οὐ καταισχύνεις λόγοις,
- τιμῶν τε Βρόμιον σωφρονεῖς, μέγαν θεόν.
- ὦ παῖ, καλῶς σοι Τειρεσίας παρῄνεσεν.
- οἴκει μεθʼ ἡμῶν, μὴ θύραζε τῶν νόμων.
- νῦν γὰρ πέτῃ τε καὶ φρονῶν οὐδὲν φρονεῖς.
- κεἰ μὴ γὰρ ἔστιν ὁ θεὸς οὗτος, ὡς σὺ φῄς,
- παρὰ σοὶ λεγέσθω· καὶ καταψεύδου καλῶς
- ὡς ἔστι, Σεμέλη θʼ ἵνα δοκῇ θεὸν τεκεῖν,
- ἡμῖν τε τιμὴ παντὶ τῷ γένει προσῇ.
- ὁρᾷς τὸν Ἀκτέωνος ἄθλιον μόρον,
- ὃν ὠμόσιτοι σκύλακες ἃς ἐθρέψατο
- διεσπάσαντο, κρείσσονʼ ἐν κυναγίαις
- Ἀρτέμιδος εἶναι κομπάσαντʼ, ἐν ὀργάσιν.