Bacchae
Euripides
Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)
- ἀγέραστον ἔχων ὄνομʼ ἐν Θήβαις.
- χαῖρε, πάτερ, μοι.
- χαῖρʼ, ὦ μελέα
- θύγατερ. χαλεπῶς δʼ ἐς τόδʼ ἂν ἥκοις.
- ἄγετʼ, ὦ πομποί, με κασιγνήτας
- ἵνα συμφυγάδας ληψόμεθʼ οἰκτράς.
- ἔλθοιμι δʼ ὅπου
- μήτε Κιθαιρὼν ἔμʼ ἴδοι μιαρὸς
- μήτε Κιθαιρῶνʼ ὄσσοισιν ἐγώ,
- μήθʼ ὅθι θύρσου μνῆμʼ ἀνάκειται·
- Βάκχαις δʼ ἄλλαισι μέλοιεν.
- πολλαὶ μορφαὶ τῶν δαιμονίων,
- πολλὰ δʼ ἀέλπτως κραίνουσι θεοί·
- καὶ τὰ δοκηθέντʼ οὐκ ἐτελέσθη,
- τῶν δʼ ἀδοκήτων πόρον ηὗρε θεός.
- τοιόνδʼ ἀπέβη τόδε πρᾶγμα.