Bacchae
Euripides
Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)
- τί μʼ ἀμφιβάλλεις χερσίν, ὦ τάλαινα παῖ,
- ὄρνις ὅπως κηφῆνα πολιόχρων κύκνος;
- ποῖ γὰρ τράπωμαι πατρίδος ἐκβεβλημένη;
- οὐκ οἶδα, τέκνον· μικρὸς ἐπίκουρος πατήρ.
- χαῖρʼ, ὦ μέλαθρον, χαῖρʼ, ὦ πατρία
- πόλις· ἐκλείπω σʼ ἐπὶ δυστυχίᾳ
- φυγὰς ἐκ θαλάμων.
- στεῖχέ νυν, ὦ παῖ, τὸν Ἀρισταίου ---
- ---
- στένομαί σε, πάτερ.
- κἀγὼ σέ, τέκνον,
- καὶ σὰς ἐδάκρυσα κασιγνήτας.
- δεινῶς γὰρ τάνδʼ αἰκείαν
- Διόνυσος ἄναξ τοὺς σοὺς εἰς
- οἴκους ἔφερεν.
- καὶ γὰρ ἔπασχον δεινὰ πρὸς ὑμῶν,