Bacchae

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. ποῖ γὰρ τράπωμαι πατρίδος ἐκβεβλημένη;
Κάδμος
  1. οὐκ οἶδα, τέκνον· μικρὸς ἐπίκουρος πατήρ.
Ἀγαύη
  1. χαῖρʼ, ὦ μέλαθρον, χαῖρʼ, ὦ πατρία
  2. πόλις· ἐκλείπω σʼ ἐπὶ δυστυχίᾳ
  3. φυγὰς ἐκ θαλάμων.
Κάδμος
  1. στεῖχέ νυν, ὦ παῖ, τὸν Ἀρισταίου ---
  2. ---
Ἀγαύη
  1. στένομαί σε, πάτερ.
Κάδμος
  1. κἀγὼ σέ, τέκνον,
  2. καὶ σὰς ἐδάκρυσα κασιγνήτας.
Ἀγαύη
  1. δεινῶς γὰρ τάνδʼ αἰκείαν
  2. Διόνυσος ἄναξ τοὺς σοὺς εἰς
  3. οἴκους ἔφερεν.
Διόνυσος
  1. καὶ γὰρ ἔπασχον δεινὰ πρὸς ὑμῶν,
  2. ἀγέραστον ἔχων ὄνομʼ ἐν Θήβαις.