Bacchae

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. τί δῆτα μέλλεθʼ ἅπερ ἀναγκαίως ἔχει;
Κάδμος
  1. ὦ τέκνον, ὡς ἐς δεινὸν ἤλθομεν κακὸν
  2. πάντες, σύ θʼ ἡ τάλαινα σύγγονοί τε σαί,
  3. ἐγώ θʼ ὁ τλήμων· βαρβάρους ἀφίξομαι
  4. γέρων μέτοικος· ἔτι δέ μοι τὸ θέσφατον
  5. ἐς Ἑλλάδʼ ἀγαγεῖν μιγάδα βάρβαρον στρατόν.
  6. καὶ τὴν Ἄρεως παῖδʼ Ἁρμονίαν, δάμαρτʼ ἐμήν,
  7. δράκων δρακαίνης φύσιν ἔχουσαν ἀγρίαν
  8. ἄξω ʼπὶ βωμοὺς καὶ τάφους Ἑλληνικούς,
  9. ἡγούμενος λόγχαισιν· οὐδὲ παύσομαι
  10. κακῶν ὁ τλήμων, οὐδὲ τὸν καταιβάτην
  11. Ἀχέροντα πλεύσας ἥσυχος γενήσομαι.
Ἀγαύη
  1. ὦ πάτερ, ἐγὼ δὲ σοῦ στερεῖσα φεύξομαι.
Κάδμος
  1. τί μʼ ἀμφιβάλλεις χερσίν, ὦ τάλαινα παῖ,
  2. ὄρνις ὅπως κηφῆνα πολιόχρων κύκνος;