Bacchae

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. ἣν Ἄρεος ἔσχες Ἁρμονίαν θνητὸς γεγώς.
  2. ὄχον δὲ μόσχων, χρησμὸς ὡς λέγει Διός,
  3. ἐλᾷς μετʼ ἀλόχου, βαρβάρων ἡγούμενος.
  4. πολλὰς δὲ πέρσεις ἀναρίθμῳ στρατεύματι
  5. πόλεις· ὅταν δὲ Λοξίου χρηστήριον
  6. διαρπάσωσι, νόστον ἄθλιον πάλιν
  7. σχήσουσι· σὲ δʼ Ἄρης Ἁρμονίαν τε ῥύσεται
  8. μακάρων τʼ ἐς αἶαν σὸν καθιδρύσει βίον.
  9. ταῦτʼ οὐχὶ θνητοῦ πατρὸς ἐκγεγὼς λέγω
  10. Διόνυσος, ἀλλὰ Ζηνός· εἰ δὲ σωφρονεῖν
  11. ἔγνωθʼ, ὅτʼ οὐκ ἠθέλετε, τὸν Διὸς γόνον
  12. εὐδαιμονεῖτʼ ἂν σύμμαχον κεκτημένοι.
Κάδμος
  1. Διόνυσε, λισσόμεσθά σʼ, ἠδικήκαμεν.
Διόνυσος
  1. ὄψʼ ἐμάθεθʼ ἡμᾶς, ὅτε δὲ χρῆν, οὐκ ᾔδετε.
Κάδμος
  1. ἐγνώκαμεν ταῦτʼ· ἀλλʼ ἐπεξέρχῃ λίαν.
Διόνυσος
  1. καὶ γὰρ πρὸς ὑμῶν θεὸς γεγὼς ὑβριζόμην.