The Phoenician Women
Euripides
Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)
- τάδε σʼ ἐπέμενε μέλεα πάθεα
- φυγάδα πατρίδος ἄπο γενόμενον,
- ὦ πάτερ, θανεῖν που.
- ποθεινὰ δάκρυα παρὰ φίλαισι παρθένοις
- λιποῦσʼ ἄπειμι πατρίδος ἀποπρὸ γαίας
- ἀπαρθένευτʼ ἀλωμένα.
- φεῦ τὸ χρήσιμον φρενῶν
- ἐς πατρός γε συμφορὰς
- εὐκλεᾶ με θήσει·
- τάλαινʼ ἐγὼ σῶν συγγόνου θʼ ὑβρισμάτων,
- ὃς ἐκ δόμων νέκυς ἄθαπτος οἴχεται
- μέλεος, ὅν, εἴ με καὶ θανεῖν, πάτερ, χρεών,
- σκότια γᾷ καλύψω.
- πρὸς ἥλικας φάνηθι σάς.
- ἅλις ὀδυρμάτων ἐμῶν.
- σὺ δʼ ἀμφὶ βωμίους λιτὰς —
- κόρον ἔχουσʼ ἐμῶν κακῶν.
- ἴθʼ ἀλλὰ Βρόμιος ἵνα τε σηκὸς
- ἄβατος ὄρεσι μαινάδων.
- Καδμείαν ᾧ νεβρίδα