The Phoenician Women

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. στολιδωσαμένα ποτʼ ἐγὼ Σεμέλας
  2. θίασον ἱερὸν ὄρεσιν ἀνεχόρευσα,
  3. χάριν ἀχάριτον ἐς θεοὺς διδοῦσα;
Οἰδίπους
  1. ὦ πάτρας κλεινῆς πολῖται, λεύσσετʼ, Οἰδίπους ὅδε,
  2. ὃς τὰ κλείνʼ αἰνίγματʼ ἔγνω καὶ μέγιστος ἦν ἀνήρ,
  3. ὃς μόνος Σφιγγὸς κατέσχον τῆς μιαιφόνου κράτη,
  4. νῦν ἄτιμος αὐτὸς οἰκτρὸς ἐξελαύνομαι χθονός.
  5. ἀλλὰ γὰρ τί ταῦτα θρηνῶ καὶ μάτην ὀδύρομαι;
  6. τὰς γὰρ ἐκ θεῶν ἀνάγκας θνητὸν ὄντα δεῖ φέρειν.
Χορός
  1. ὦ μέγα σεμνὴ Νίκη, τὸν ἐμὸν
  2. βίοτον κατέχοις
  3. καὶ μὴ λήγοις στεφανοῦσα.