The Phoenician Women

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. ἄμφω δʼ ἅμʼ ἐξέπνευσαν ἄθλιον βίον.
  2. μήτηρ δʼ, ὅπως ἐσεῖδε τήνδε συμφοράν,
  3. ὑπερπαθήσασʼ, ἥρπασʼ ἐκ νεκρῶν ξίφος
  4. κἄπραξε δεινά· διὰ μέσου γὰρ αὐχένος
  5. ὠθεῖ σίδηρον, ἐν δὲ τοῖσι φιλτάτοις
  6. θανοῦσα κεῖται περιβαλοῦσʼ ἀμφοῖν χέρας.
  7. ἀνῇξε δʼ ὀρθὸς λαὸς εἰς ἔριν λόγων,
  8. ἡμεῖς μὲν ὡς νικῶντα δεσπότην ἐμόν,
  9. οἳ δʼ ὡς ἐκεῖνον. ἦν δʼ ἔρις στρατηλάταις,
  10. οἳ μὲν πατάξαι πρόσθε Πολυνείκη δορί,
  11. οἳ δʼ ὡς θανόντων οὐδαμοῦ νίκη πέλοι.
  12. κἀν τῷδʼ ὑπεξῆλθʼ Ἀντιγόνη στρατοῦ δίχα.
  13. οἳ δʼ εἰς ὅπλʼ ᾖσσον· εὖ δέ πως προμηθίᾳ
  14. καθῆστο Κάδμου λαὸς ἀσπίδων ἔπι·
  15. κἄφθημεν οὔπω τεύχεσιν πεφραγμένον
  16. Ἀργεῖον ἐσπεσόντες ἐξαίφνης στρατόν.
  17. κοὐδεὶς ὑπέστη, πεδία δʼ ἐξεπίμπλασαν
  18. φεύγοντες, ἔρρει δʼ αἷμα μυρίων νεκρῶν
  19. λόγχαις πιτνόντων. ὡς δʼ ἐνικῶμεν μάχῃ,
  20. οἳ μὲν Διὸς τροπαῖον ἵστασαν βρέτας,