The Phoenician Women
Euripides
Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)
- ὃ δʼ ἦν ἔτʼ ἔμπνους, πρὸς κασιγνήτην δʼ ἰδὼν
- γραῖάν τε μητέρʼ εἶπε Πολυνείκης τάδε·
- Ἀπωλόμεσθα, μῆτερ· οἰκτίρω δὲ σὲ
- καὶ τήνδʼ ἀδελφὴν καὶ κασίγνητον νεκρόν.
- φίλος γὰρ ἐχθρὸς ἐγένετʼ, ἀλλʼ ὅμως φίλος.
- θάψον δέ μʼ, ὦ τεκοῦσα, καὶ σύ, σύγγονε,
- ἐν γῇ πατρῴᾳ, καὶ πόλιν θυμουμένην
- παρηγορεῖτον, ὡς τοσόνδε γοῦν τύχω
- χθονὸς πατρῴας, κεἰ δόμους ἀπώλεσα.
- ξυνάρμοσον δὲ βλέφαρά μου τῇ σῇ χερί,
- μῆτερ — τίθησι δʼ αὐτὸς ὀμμάτων ἔπι —
- καὶ χαίρετʼ· ἤδη γάρ με περιβάλλει σκότος.