The Phoenician Women

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. σὺν παρθένῳ τε καὶ προθυμίᾳ ποδός.
  2. τετρωμένους δʼ ἰδοῦσα καιρίους σφαγὰς
  3. ᾤμωξεν· ὦ τέκνʼ, ὑστέρα βοηδρόμος
  4. πάρειμι. προσπίτνουσα δʼ ἐν μέρει τέκνα
  5. ἔκλαιʼ, ἐθρήνει, τὸν πολὺν μαστῶν πόνον
  6. στένουσʼ, ἀδελφή θʼ ἡ παρασπίζουσʼ ὁμοῦ·
  7. ὦ γηροβοσκὼ μητρός, ὦ γάμους ἐμοὺς
  8. προδόντʼ ἀδελφὼ φιλτάτω. στέρνων δʼ ἄπο
  9. φύσημʼ ἀνεὶς δύσθνητον Ἐτεοκλῆς ἄναξ
  10. ἤκουσε μητρός, κἀπιθεὶς ὑγρὰν χέρα
  11. φωνὴν μὲν οὐκ ἀφῆκεν, ὀμμάτων δʼ ἄπο
  12. προσεῖπε δακρύοις, ὥστε σημῆναι φίλα.