The Phoenician Women

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. ὁμοῦ δὲ κάμψας πλευρὰ καὶ νηδὺν τάλας
  2. σὺν αἱματηραῖς σταγόσι Πολυνείκης πίτνει.
  3. ὃ δʼ, ὡς κρατῶν δὴ καὶ νενικηκὼς μάχῃ,
  4. ξίφος δικὼν ἐς γαῖαν ἐσκύλευέ νιν
  5. τὸν νοῦν πρὸς αὑτὸν οὐκ ἔχων, ἐκεῖσε δέ.
  6. ὃ καί νιν ἔσφηλʼ· ἔτι γὰρ ἐμπνέων βραχύ,
  7. σῴζων σίδηρον ἐν λυγρῷ πεσήματι,
  8. μόλις μέν, ἐξέτεινε δʼ εἰς ἧπαρ ξίφος.
  9. Ἐτεοκλέους ὁ πρόσθε Πολυνείκης πεσών.
  10. γαῖαν δʼ ὀδὰξ ἑλόντες ἀλλήλων πέλας
  11. πίπτουσιν ἄμφω κοὐ διώρισαν κράτος.
Χορός
  1. φεῦ φεῦ, κακῶν σῶν, Οἰδίπου, σʼ ὅσον στένω·
  2. τὰς σὰς δʼ ἀρὰς ἔοικεν ἐκπλῆσαι θεός.
Ἄγγελος
  1. ἄκουε δή νυν καὶ τὰ πρὸς τούτοις κακά.
  2. ἐπεὶ τέκνω πεσόντʼ ἐλειπέτην βίον,
  3. ἐν τῷδε μήτηρ ἡ τάλαινα προσπίτνει
  4. σὺν παρθένῳ τε καὶ προθυμίᾳ ποδός.
  5. τετρωμένους δʼ ἰδοῦσα καιρίους σφαγὰς
  6. ᾤμωξεν· ὦ τέκνʼ, ὑστέρα βοηδρόμος
  7. πάρειμι. προσπίτνουσα δʼ ἐν μέρει τέκνα