The Phoenician Women

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. κνήμην τε διεπέρασεν Ἀργεῖον δόρυ·
  2. στρατὸς δʼ ἀνηλάλαξε Δαναϊδῶν ἅπας.
  3. κἀν τῷδε μόχθῳ γυμνὸν ὦμον εἰσιδὼν
  4. ὁ πρόσθε τρωθεὶς στέρνα Πολυνείκους βίᾳ
  5. διῆκε λόγχην, κἀπέδωκεν ἡδονὰς
  6. Κάδμου πολίταις, ἀπὸ δʼ ἔθραυσʼ ἄκρον δόρυ.
  7. ἐς δʼ ἄπορον ἥκων δορὸς ἐπὶ σκέλος πάλιν
  8. χωρεῖ, λαβὼν δʼ ἀφῆκε μάρμαρον πέτρον
  9. μέσον δʼ ἄκοντʼ ἔθραυσεν· ἐξ ἴσου δʼ Ἄρης
  10. ἦν, κάμακος ἀμφοῖν χεῖρʼ ἀπεστερημένοιν.
  11. ἔνθεν δὲ κώπας ἁρπάσαντε φασγάνων
  12. ἐς ταὐτὸν ἧκον, συμβαλόντε δʼ ἀσπίδας
  13. πολὺν ταραγμὸν ἀμφιβάντʼ εἶχον μάχης.
  14. καί πως νοήσας Ἐτεοκλῆς τὸ Θεσσαλὸν
  15. ἐσήγαγεν σόφισμʼ ὁμιλίᾳ χθονός.
  16. ἐξαλλαγεὶς γὰρ τοῦ παρεστῶτος πόνου,
  17. λαιὸν μὲν ἐς τοὔπισθεν ἀμφέρει πόδα,
  18. πρόσω τὰ κοῖλα γαστρὸς εὐλαβούμενος,
  19. προβὰς δὲ κῶλον δεξιὸν διʼ ὀμφαλοῦ
  20. καθῆκεν ἔγχος σφονδύλοις τʼ ἐνήρμοσεν.