The Phoenician Women

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. οὐκ ἐν χορείαις οὐδὲ παρθενεύμασι
  2. νῦν σοι προχωρεῖ δαιμόνων κατάστασις,
  3. ἀλλʼ ἄνδρʼ ἀρίστω καὶ κασιγνήτω σέθεν
  4. ἐς θάνατον ἐκνεύοντε κωλῦσαί σε δεῖ
  5. ξὺν μητρὶ τῇ σῇ μὴ πρὸς ἀλλήλοιν θανεῖν.
Ἀντιγόνη
  1. τίνʼ, ὦ τεκοῦσα μῆτερ, ἔκπληξιν νέαν
  2. φίλοις ἀυτεῖς τῶνδε δωμάτων πάρος;
Ἰοκάστη
  1. ὦ θύγατερ, ἔρρει σῶν κασιγνήτων βίος.
Ἀντιγόνη
  1. πῶς εἶπας;
Ἰοκάστη
  1. αἰχμὴν ἐς μίαν καθέστατον.
Ἀντιγόνη
  1. οἲ ʼγώ, τί λέξεις, μῆτερ;
Ἰοκάστη
  1. οὐ φίλʼ, ἀλλʼ ἕπου.