The Phoenician Women
Euripides
Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)
- νῦν καλλίνικος γενόμενος σκήπτρων κρατεῖς.
- τάδʼ ἠγόρευον παρακαλοῦντες ἐς μάχην.
- μάντεις δὲ μῆλʼ ἔσφαζον, ἐμπύρους τʼ ἀκμὰς
- ῥήξεις τʼ ἐνώμων ὑγρότητʼ ἐναντίαν
- ἄκραν τε λαμπάδʼ, ἣ δυοῖν ὅρους ἔχει,
- νίκης τε σῆμα καὶ τὸ τῶν ἡσσωμένων.
- ἀλλʼ, εἴ τινʼ ἀλκὴν ἢ σοφοὺς ἔχεις λόγους
- ἢ φίλτρʼ ἐπῳδῶν, στεῖχʼ, ἐρήτυσον τέκνα
- δεινῆς ἁμίλλης· ὡς ὁ κίνδυνος μέγας·
- κἄπαθλα δεινὰ δάκρυά σοι γενήσεται
- δισσοῖν στερείσῃ τῇδʼ ἐν ἡμέρᾳ τέκνοιν.
- ὦ τέκνον ἔξελθʼ Ἀντιγόνη δόμων πάρος·