The Phoenician Women
Euripides
Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)
- ὦ τέκνα Δαναῶν, πρὶν κατεξάνθαι βολαῖς,
- τί μέλλετʼ ἄρδην πάντες ἐμπίπτειν πύλαις,
- γυμνῆτες ἱππῆς ἁρμάτων τʼ ἐπιστάται;
- ἠχῆς δʼ ὅπως ἤκουσαν, οὔτις ἀργὸς ἦν·
- πολλοὶ δʼ ἔπιπτον κρᾶτας αἱματούμενοι,
- ἡμῶν τʼ ἐς οὖδας εἶδες ἂν πρὸ τειχέων
- πυκνοὺς κυβιστητῆρας ἐκπεπνευκότας·
- ξηρὰν δʼ ἔδευον γαῖαν αἵματος ῥοαῖς.
- ὁ δʼ Ἀρκάς, οὐκ Ἀργεῖος, Ἀταλάντης γόνος
- τυφὼς πύλαισιν ὥς τις ἐμπεσὼν βοᾷ
- πῦρ καὶ δικέλλας, ὡς κατασκάψων πόλιν·
- ἀλλʼ ἔσχε μαργῶντʼ αὐτὸν ἐναλίου θεοῦ