The Phoenician Women

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. ὑπόνοιαν ἡμῖν οἷα πείσεται πόλις.
  2. ταῖς δʼ ἑβδόμαις Ἄδραστος ἐν πύλαισιν ἦν,
  3. ἑκατὸν ἐχίδναις ἀσπίδʼ ἐκπληρῶν γραφῇ,
  4. ὕδρας ἔχων λαιοῖσιν ἐν βραχίοσιν
  5. Ἀργεῖον αὔχημʼ· ἐκ δὲ τειχέων μέσων
  6. δράκοντες ἔφερον τέκνα Καδμείων γνάθοις.
  7. παρῆν δʼ ἑκάστου τῶνδέ μοι θεάματα
  8. ξύνθημα παρφέροντι ποιμέσιν λόχων.
  9. καὶ πρῶτα μὲν τόξοισι καὶ μεσαγκύλοις
  10. ἐμαρνάμεσθα σφενδόναις θʼ ἑκηβόλοις
  11. πετρῶν τʼ ἀραγμοῖς· ὡς δʼ ἐνικῶμεν μάχῃ,
  12. ἔκλαγξε Τυδεὺς καὶ σὸς ἐξαίφνης γόνος·