Helen

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. ὃς δόλιον εὐνὴν ἐξέπραξʼ ὑπʼ αἰετοῦ
  2. δίωγμα φεύγων, εἰ σαφὴς οὗτος λόγος·
  3. Ἑλένη δʼ ἐκλήθην. ἃ δὲ πεπόνθαμεν κακὰ
  4. λέγοιμʼ ἄν. ἦλθον τρεῖς θεαὶ κάλλους πέρι
  5. Ἰδαῖον ἐς κευθμῶνʼ Ἀλέξανδρον πάρα,
  6. Ἥρα Κύπρις τε διογενής τε παρθένος,
  7. μορφῆς θέλουσαι διαπεράνασθαι κρίσιν.
  8. τοὐμὸν δὲ κάλλος, εἰ καλὸν τὸ δυστυχές,
  9. Κύπρις προτείνασʼ ὡς Ἀλέξανδρος γαμεῖ,
  10. νικᾷ. λιπὼν δὲ βούσταθμʼ Ἰδαῖος Πάρις
  11. Σπάρτην ἀφίκεθʼ ὡς ἐμὸν σχήσων λέχος.
  12. Ἥρα δὲ μεμφθεῖσʼ οὕνεκʼ οὐ νικᾷ θεάς,
  13. ἐξηνέμωσε τἄμʼ Ἀλεξάνδρῳ λέχη,
  14. δίδωσι δʼ οὐκ ἔμʼ, ἀλλʼ ὁμοιώσασʼ ἐμοὶ
  15. εἴδωλον ἔμπνουν οὐρανοῦ ξυνθεῖσʼ ἄπο,
  16. Πριάμου τυράννου παιδί· καὶ δοκεῖ μʼ ἔχειν —
  17. κενὴν δόκησιν, οὐκ ἔχων. τὰ δʼ αὖ Διὸς
  18. βουλεύματʼ ἄλλα τοῖσδε συμβαίνει κακοῖς·
  19. πόλεμον γὰρ εἰσήνεγκεν Ἑλλήνων χθονὶ
  20. καὶ Φρυξὶ δυστήνοισιν, ὡς ὄχλου βροτῶν