Helen

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. [*](τὰ τοῦ δράματος πρόσωπαἙλένηΤεῦκροςΧορόςΜενελέωςΓραῦςἌγγελοςΘεονόηΘεοκλύμενοςἝτερος ἌγγελοςΔιόσκοροι)
    Ἑλένη
    1. Νείλου μὲν αἵδε καλλιπάρθενοι ῥοαί,
    2. ὃς ἀντὶ δίας ψακάδος Αἰγύπτου πέδον
    3. λευκῆς τακείσης χιόνος ὑγραίνει γύας.
    4. Πρωτεὺς δʼ ὅτʼ ἔζη τῆσδε γῆς τύραννος ἦν,
    5. Φάρον μὲν οἰκῶν νῆσον, Αἰγύπτου δʼ ἄναξ,
    6. ὃς τῶν κατʼ οἶδμα παρθένων μίαν γαμεῖ,
    7. Ψαμάθην, ἐπειδὴ λέκτρʼ ἀφῆκεν Αἰακοῦ.
    8. τίκτει δὲ τέκνα δισσὰ τοῖσδε δώμασι,
    9. Θεοκλύμενον ἄρσενʼ ὅτι δὴ θεοὺς σέβων
    10. βίον διήνεγκʼ εὐγενῆ τε παρθένον
    11. Εἰδώ, τὸ μητρὸς ἀγλάισμʼ, ὅτʼ ἦν βρέφος·
    12. ἐπεὶ δʼ ἐς ἥβην ἦλθεν ὡραίαν γάμων,
    13. καλοῦσιν αὐτὴν Θεονόην· τὰ θεῖα γὰρ
    14. τά τʼ ὄντα καὶ μέλλοντα πάντʼ ἠπίστατο,
    15. προγόνου λαβοῦσα Νηρέως τιμὰς πάρα.
    16. ἡμῖν δὲ γῆ μὲν πατρὶς οὐκ ἀνώνυμος
    17. Σπάρτη, πατὴρ δὲ Τυνδάρεως· ἔστιν δὲ δὴ
    18. λόγος τις ὡς Ζεὺς μητέρʼ ἔπτατʼ εἰς ἐμὴν
    19. Λήδαν κύκνου μορφώματʼ ὄρνιθος λαβών,