Iphigenia in Tauris

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. λάβῃ σφαγεῖσαν· ὅ τι γὰρ ἐνιαυτὸς τέκοι
  2. κάλλιστον, ηὔξω φωσφόρῳ θύσειν θεᾷ.
  3. παῖδʼ οὖν ἐν οἴκοις σὴ Κλυταιμήστρα δάμαρ
  4. τίκτει — τὸ καλλιστεῖον εἰς ἔμʼ ἀναφέρων —
  5. ἣν χρή σε θῦσαι. καί μʼ Ὀδυσσέως τέχναις
  6. μητρὸς παρείλοντʼ ἐπὶ γάμοις Ἀχιλλέως.
  7. ἐλθοῦσα δʼ Αὐλίδʼ ἡ τάλαινʼ ὑπὲρ πυρᾶς
  8. μεταρσία ληφθεῖσʼ ἐκαινόμην ξίφει·
  9. ἀλλʼ ἐξέκλεψεν ἔλαφον ἀντιδοῦσά μου
  10. Ἄρτεμις Ἀχαιοῖς, διὰ δὲ λαμπρὸν αἰθέρα
  11. πέμψασά μʼ ἐς τήνδʼ ᾤκισεν Ταύρων χθόνα,
  12. οὗ γῆς ἀνάσσει βαρβάροισι βάρβαρος
  13. Θόας, ὃς ὠκὺν πόδα τιθεὶς ἴσον πτεροῖς
  14. ἐς τοὔνομʼ ἦλθε τόδε ποδωκείας χάριν.
  15. ναοῖσι δʼ ἐν τοῖσδʼ ἱερέαν τίθησί με·
  16. ὅθεν νόμοισι τοῖσιν ἥδεται θεὰ
  17. Ἄρτεμις, ἑορτῆς, τοὔνομʼ ἧς καλὸν μόνον —
  18. τὰ δʼ ἄλλα σιγῶ, τὴν θεὸν φοβουμένη —
  19. θύω γὰρ ὄντος τοῦ νόμου καὶ πρὶν πόλει,
  20. ὃς ἂν κατέλθῃ τήνδε γῆν Ἕλλην ἀνήρ.