Iphigenia in Tauris

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. [*](τὰ τοῦ δράματος πρόσωπαἸφιγένειαὈρέστηςΠυλάδηςΧορόςΒουκόλοςΘόαςἌγγελοςἈθήνα)
    Ἰφιγένεια
    1. Πέλοψ ὁ Ταντάλειος ἐς Πῖσαν μολὼν
    2. θοαῖσιν ἵπποις Οἰνομάου γαμεῖ κόρην,
    3. ἐξ ἧς Ἀτρεὺς ἔβλαστεν· Ἀτρέως δὲ παῖς
    4. Μενέλαος Ἀγαμέμνων τε· τοῦ δʼ ἔφυν ἐγώ
    5. τῆς Τυνδαρείας θυγατρὸς Ἰφιγένεια παῖς,
    6. ἣν ἀμφὶ δίναις ἃς θάμʼ Εὔριπος πυκναῖς
    7. αὔραις ἑλίσσων κυανέαν ἅλα στρέφει,
    8. ἔσφαξεν Ἑλένης οὕνεχʼ, ὡς δοκεῖ, πατὴρ
    9. Ἀρτέμιδι κλειναῖς ἐν πτυχαῖσιν Αὐλίδος.
    10. ἐνταῦθα γὰρ δὴ χιλίων ναῶν στόλον
    11. Ἑλληνικὸν συνήγαγʼ Ἀγαμέμνων ἄναξ,
    12. τὸν καλλίνικον στέφανον Ἰλίου θέλων
    13. λαβεῖν Ἀχαιοῖς τούς θʼ ὑβρισθέντας γάμους
    14. Ἑλένης μετελθεῖν, Μενέλεῳ χάριν φέρων.
    15. δεινῆς δʼ ἀπλοίας πνευμάτων τε τυγχάνων,
    16. ἐς ἔμπυρʼ ἦλθε, καὶ λέγει Κάλχας τάδε·
    17. ὦ τῆσδʼ ἀνάσσων Ἑλλάδος στρατηγίας,
    18. Ἀγάμεμνον, οὐ μὴ ναῦς ἀφορμίσῃ χθονός,
    19. πρὶν ἂν κόρην σὴν Ἰφιγένειαν Ἄρτεμις