Electra

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. Αἴγισθον εἶδον, ἡνίχʼ εἷρπον ἐνθάδε.
Ὀρέστης
  1. προσηκάμην τὸ ῥηθέν. ἐν ποίοις τόποις;
Πρέσβυς
  1. ἀγρῶν πέλας τῶνδʼ ἱπποφορβίων ἔπι.
Ὀρέστης
  1. τί δρῶνθʼ; ὁρῶ γὰρ ἐλπίδʼ ἐξ ἀμηχάνων.
Πρέσβυς
  1. Νύμφαις ἐπόρσυνʼ ἔροτιν, ὡς ἔδοξέ μοι.
Ὀρέστης
  1. τροφεῖα παίδων ἢ πρὸ μέλλοντος τόκου;
Πρέσβυς
  1. οὐκ οἶδα πλὴν ἕν· βουσφαγεῖν ὡπλίζετο.
Ὀρέστης
  1. πόσων μετʼ ἀνδρῶν; ἢ μόνος δμώων μέτα;
Πρέσβυς
  1. οὐδεὶς παρῆν Ἀργεῖος, οἰκεία δὲ χείρ.
Ὀρέστης
  1. οὔ πού τις ὅστις γνωριεῖ μʼ ἰδών, γέρον;
Πρέσβυς
  1. δμῶες μέν εἰσιν, οἳ σέ γʼ οὐκ εἶδόν ποτε.
Ὀρέστης
  1. ἡμῖν ἂν εἶεν, εἰ κρατοῖμεν, εὐμενεῖς;
Πρέσβυς
  1. δούλων γὰρ ἴδιον τοῦτο, σοὶ δὲ σύμφορον.
Ὀρέστης
  1. πῶς οὖν ἂν αὐτῷ πλησιασθείην ποτέ;