Electra

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. κοινῇ μετασχεῖν τἀγαθοῦ καὶ τοῦ κακοῦ.
  2. σὺ δʼ — ἐκ βάθρων γὰρ πᾶς ἀνῄρησαι φίλοις
  3. οὐδʼ ἐλλέλοιπας ἐλπίδʼ — ἴσθι μου κλύων,
  4. ἐν χειρὶ τῇ σῇ πάντʼ ἔχεις καὶ τῇ τύχῃ,
  5. πατρῷον οἶκον καὶ πόλιν λαβεῖν σέθεν.
Ὀρέστης
  1. τί δῆτα δρῶντες τοῦδʼ ἂν ἐξικοίμεθα;
Πρέσβυς
  1. κτανὼν Θυέστου παῖδα σήν τε μητέρα.
Ὀρέστης
  1. ἥκω ʼπὶ τόνδε στέφανον· ἀλλὰ πῶς λάβω;
Πρέσβυς
  1. τειχέων μὲν ἐλθὼν ἐντὸς οὐδʼ ἂν εἰ θέλοις.
Ὀρέστης
  1. φρουραῖς κέκασται δεξιαῖς τε δορυφόρων;
Πρέσβυς
  1. ἔγνως· φοβεῖται γάρ σε κοὐχ εὕδει σαφῶς.
Ὀρέστης
  1. εἶἑν· σὺ δὴ τοὐνθένδε βούλευσον, γέρον.
Πρέσβυς
  1. κἀμοῦ γʼ ἄκουσον· ἄρτι γάρ μʼ ἐσῆλθέ τι.
Ὀρέστης
  1. ἐσθλόν τι μηνύσειας, αἰσθοίμην δʼ ἐγώ.