Electra
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- ἡδὺ σκύφον τοῦδʼ ἀσθενεστέρῳ ποτῷ.
- ἴτω φέρων τις τοῖς ξένοις τάδʼ ἐς δόμους·
- ἐγὼ δὲ τρύχει τῷδʼ ἐμῶν πέπλων κόρας
- δακρύοισι τέγξας ἐξομόρξασθαι θέλω.
- τί δʼ, ὦ γεραιέ, διάβροχον τόδʼ ὄμμʼ ἔχεις;
- μῶν τἀμὰ διὰ χρόνου σʼ ἀνέμνησεν κακά;
- ἢ τὰς Ὀρέστου τλήμονας φυγὰς στένεις
- καὶ πατέρα τὸν ἐμόν, ὅν ποτʼ ἐν χεροῖν ἔχων
- ἀνόνητʼ ἔθρεψας σοί τε καὶ τοῖς σοῖς φίλοις;
- ἀνόνηθʼ· ὅμως δʼ οὖν τοῦτό γʼ οὐκ ἠνεσχόμην.
- ἦλθον γὰρ αὐτοῦ πρὸς τάφον πάρεργʼ ὁδοῦ
- καὶ προσπεσὼν ἔκλαυσʼ ἐρημίας τυχών,
- σπονδάς τε, λύσας ἀσκὸν ὃν φέρω ξένοις,
- ἔσπεισα, τύμβῳ δʼ ἀμφέθηκα μυρσίνας.