Electra
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- ἔτʼ ἔτι φόνιον ὑπὸ δέραν
- ὄψομαι αἷμα χυθὲν σιδάρῳ.
- ποῦ ποῦ νεᾶνις πότνιʼ ἐμὴ δέσποινά τε,
- Ἀγαμέμνονος παῖς, ὅν ποτʼ ἐξέθρεψʼ ἐγώ;
- ὡς πρόσβασιν τῶνδʼ ὀρθίαν οἴκων ἔχει
- ῥυσῷ γέροντι τῷδε προσβῆναι ποδί.
- ὅμως δὲ πρός γε τοὺς φίλους ἐξελκτέον
- διπλῆν ἄκανθαν καὶ παλίρροπον γόνυ.
- ὦ θύγατερ — ἄρτι γάρ σε πρὸς δόμοις ὁρῶ —
- ἥκω φέρων σοι τῶν ἐμῶν βοσκημάτων
- ποίμνης νεογνὸν θρέμμʼ ὑποσπάσας τόδε
- στεφάνους τε τευχέων τʼ ἐξελὼν τυρεύματα,
- παλαιόν τε θησαύρισμα Διονύσου τόδε
- ὀσμῇ κατῆρες, μικρόν, ἀλλʼ ἐπεσβαλεῖν