Electra
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- ἄγραν φέρουσαι· περιπλεύ-
- ρῳ δὲ κύτει πύρπνοος ἔ-
- σπευδε δρόμῳ λέαινα χαλ-
- αῖς Πειρη-
- ναῖον ὁρῶσα πῶλον.
- ἄορι δʼ ἐν φονίῳ τετραβάμονες ἵπποι ἔπαλ-
- λον, κελαινὰ δʼ ἀμφὶ νῶθʼ ἵετο κόνις.
- τοιῶνδʼ ἄνακτα δοριπόνων
- ἔκανεν ἀνδρῶν, Τυνδαρίς,
- σὰ λέχεα, κακόφρων κούρα.
- τοιγάρ σέ ποτʼ οὐρανίδαι
- πέμψουσιν θανάτοις· ἦ σὰν
- ἔτʼ ἔτι φόνιον ὑπὸ δέραν
- ὄψομαι αἷμα χυθὲν σιδάρῳ.
- ποῦ ποῦ νεᾶνις πότνιʼ ἐμὴ δέσποινά τε,
- Ἀγαμέμνονος παῖς, ὅν ποτʼ ἐξέθρεψʼ ἐγώ;
- ὡς πρόσβασιν τῶνδʼ ὀρθίαν οἴκων ἔχει
- ῥυσῷ γέροντι τῷδε προσβῆναι ποδί.
- ὅμως δὲ πρός γε τοὺς φίλους ἐξελκτέον
- διπλῆν ἄκανθαν καὶ παλίρροπον γόνυ.