Electra

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. ἔμβα, ἔμβα, κατακλαίουσα·
  2. ἰώ μοί μοι.
  3. τίνα πόλιν, τίνα δʼ οἶκον, ὦ
  4. τλᾶμον σύγγονʼ, ἀλατεύεις
  5. οἰκτρὰν ἐν θαλάμοις λιπὼν
  6. πατρῴοις ἐπὶ συμφοραῖς
  7. ἀλγίσταισιν ἀδελφάν;
  8. ἔλθοις τῶνδε πόνων ἐμοὶ
  9. τᾷ μελέᾳ λυτήρ,
  10. ὦ Ζεῦ Ζεῦ, πατρί θʼ αἱμάτων
  11. ἐχθίστων ἐπίκουρος, Ἄρ-
  12. γει κέλσας πόδʼ ἀλάταν.
Ἠλέκτρα
  1. θὲς τόδε τεῦχος ἐμῆς ἀπὸ κρατὸς ἑ-
  2. λοῦσʼ, ἵνα πατρὶ γόους νυχίους