Electra

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. ἰώ μοί μοι.
  2. ἐγενόμαν Ἀγαμέμνονος
  3. καί μʼ ἔτεκεν Κλυταιμήστρα
  4. στυγνὰ Τυνδάρεω κόρα,
  5. κικλήσκουσι δέ μʼ ἀθλίαν
  6. Ἠλέκτραν πολιῆται.
  7. φεῦ φεῦ σχετλίων πόνων
  8. καὶ στυγερᾶς ζόας.
  9. ὦ πάτερ, σὺ δʼ ἐν Ἀΐδα
  10. κεῖσαι, σᾶς ἀλόχου σφαγαῖς
  11. Αἰγίσθου τʼ, Ἀγάμεμνον.
Ἠλέκτρα
  1. ἴθι τὸν αὐτὸν ἔγειρε γόον,
  2. ἄναγε πολύδακρυν ἁδονάν.
Ἠλέκτρα
  1. σύντεινʼ — ὥρα — ποδὸς ὁρμάν· ὤ,