Electra
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- λέκτροισι πείσας ᾤχετʼ ἐκ δόμων ἄγων
- πρυμνοῦχον Αὖλιν, ἔνθʼ ὑπερτείνας πυρᾶς
- λευκὴν διήμησʼ Ἰφιγόνης παρηΐδα.
- κεἰ μὲν πόλεως ἅλωσιν ἐξιώμενος,
- ἢ δῶμʼ ὀνήσων τἄλλα τʼ ἐκσῴζων τέκνα,
- ἔκτεινε πολλῶν μίαν ὕπερ, συγγνώστʼ ἂν ἦν·
- νῦν δʼ οὕνεχʼ Ἑλένη μάργος ἦν ὅ τʼ αὖ λαβὼν
- ἄλοχον κολάζειν προδότιν οὐκ ἠπίστατο,
- τούτων ἕκατι παῖδʼ ἐμὴν διώλεσεν.
- ἐπὶ τοῖσδε τοίνυν καίπερ ἠδικημένη
- οὐκ ἠγριώμην οὐδʼ ἂν ἔκτανον πόσιν·
- ἀλλʼ ἦλθʼ ἔχων μοι μαινάδʼ ἔνθεον κόρην
- λέκτροις τʼ ἐπεισέφρηκε, καὶ νύμφα δύο
- ἐν τοῖσιν αὐτοῖς δώμασιν κατείχομεν.