Electra

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. δοῦλαι πάρεισιν αἵδε, μὴ σύ μοι πόνει.
Ἠλέκτρα
  1. τί δʼ; αἰχμάλωτόν τοί μʼ ἀπῴκισας δόμων,
  2. ᾑρημένων δὲ δωμάτων ᾑρήμεθα,
  3. ὡς αἵδε, πατρὸς ὀρφαναὶ λελειμμέναι.
Κλυταιμήστρα
  1. τοιαῦτα μέντοι σὸς πατὴρ βουλεύματα
  2. ἐς οὓς ἐχρῆν ἥκιστʼ ἐβούλευσεν φίλων.
  3. λέξω δὲ --- καίτοι δόξʼ ὅταν λάβῃ κακὴ
  4. γυναῖκα, γλώσσῃ πικρότης ἔνεστί τις.
  5. ὡς μὲν παρʼ ἡμῖν, οὐ καλῶς· τὸ πρᾶγμα δὲ
  6. μαθόντας, ἢν μὲν ἀξίως μισεῖν ἔχῃ,
  7. στυγεῖν δίκαιον· εἰ δὲ μή, τί δεῖ στυγεῖν;
  8. ἡμᾶς ἔδωκε Τυνδάρεως τῷ σῷ πατρί,
  9. οὐχ ὥστε θνῄσκειν, οὐδʼ ἃ γειναίμην ἐγώ.
  10. κεῖνος δὲ παῖδα τὴν ἐμὴν Ἀχιλλέως