The Trojan Women

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. Ἑλλάδι κουροτρόφον,
  2. Φρυγῶν πατρίδι πένθη.
Χορός
  1. Ἑκάβη, λεύσσεις τήνδʼ Ἀνδρομάχην
  2. ξενικοῖς ἐπʼ ὄχοις πορθμευομένην;
  3. παρὰ δʼ εἰρεσίᾳ μαστῶν ἕπεται
  4. φίλος Ἀστυάναξ, Ἕκτορος ἶνις.
  5. ποῖ ποτʼ ἀπήνης νώτοισι φέρῃ,
  6. δύστανε γύναι, πάρεδρος χαλκέοις
  7. Ἕκτορος ὅπλοις σκύλοις τε Φρυγῶν
  8. δοριθηράτοις,
  9. οἷσιν Ἀχιλλέως παῖς Φθιώτας
  10. στέψει ναοὺς ἀπὸ Τροίας;
Ἀνδρομάχη
  1. Ἀχαιοὶ δεσπόται μʼ ἄγουσιν.