The Trojan Women

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. τότʼ ἀμφὶ μέλαθρα παρθένον
  2. Διὸς κόραν ἐμελπόμαν
  3. χοροῖσι· φοινία δʼ ἀνὰ
  4. πτόλιν βοὰ κατεῖχε Περ-
  5. γάμων ἕδρας· βρέφη δὲ φίλι-
  6. α περὶ πέπλους ἔβαλλε μα-
  7. τρὶ χεῖρας ἐπτοημένας·
  8. λόχου δʼ ἐξέβαινʼ Ἄρης,
  9. κόρας ἔργα Παλλάδος.
  10. σφαγαὶ δʼ ἀμφιβώμιοι
  11. Φρυγῶν, ἔν τε δεμνίοις
  12. καράτομος ἐρημία
  13. νεανίδων στέφανον ἔφερεν