The Trojan Women
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- οὐκ ἔστιν, οὐ πιμπρᾶσιν, ἀλλὰ παῖς ἐμὴ
- μαινὰς θοάζει δεῦρο Κασάνδρα δρόμῳ.
- Ἄνεχε· πάρεχε.
- φῶς φέρʼ, ὤ· σέβω· φλέγω — ἰδού, ἰδού —
- λαμπάσι τόδʼ ἱερόν.
- ὦ Ὑμέναιʼ ἄναξ·
- μακάριος ὁ γαμέτας·
- μακαρία δʼ ἐγὼ βασιλικοῖς λέκτροις
- κατʼ Ἄργος ἁ γαμουμένα.
- Ὑμήν, ὦ Ὑμέναιʼ ἄναξ.
- ἐπεὶ σύ, μᾶτερ, ἐπὶ δάκρυσι καὶ
- γόοισι τὸν θανόντα πατέρα πατρίδα τε
- φίλαν καταστένουσʼ ἔχεις,