The Trojan Women
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- τίς ἆρʼ Ἀχαιῶν ἢ τίς Ἑλλήνων ἔχει;
- ἴτʼ, ἐκκομίζειν δεῦρο Κασάνδραν χρεὼν
- ὅσον τάχιστα, δμῶες, ὡς στρατηλάτῃ
- ἐς χεῖρα δούς νιν, εἶτα τὰς εἰληγμένας
- καὶ τοῖσιν ἄλλοις αἰχμαλωτίδων ἄγω.
- ἔα· τί πεύκης ἔνδον αἴθεται σέλας;
- πιμπρᾶσιν — ἢ τί δρῶσι — Τρῳάδες μυχούς,
- ὡς ἐξάγεσθαι τῆσδε μέλλουσαι χθονὸς
- πρὸς Ἄργος, αὑτῶν τʼ ἐκπυροῦσι σώματα
- θανεῖν θέλουσαι; κάρτα τοι τοὐλεύθερον
- ἐν τοῖς τοιούτοις δυσλόφως φέρει κακά.
- ἄνοιγʼ ἄνοιγε, μὴ τὸ ταῖσδε πρόσφορον
- ἐχθρὸν δʼ Ἀχαιοῖς εἰς ἔμʼ αἰτίαν βάλῃ.