The Trojan Women
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- ἀτὰρ τίς ὅδʼ ἢ νόμος ἢ τί
- θέσμιον, ὦ φίλος, Ἑλλάνων;
- εὐδαιμόνιζε παῖδα σήν· ἔχει καλῶς.
- τί τόδʼ ἔλακες; ἆρά μοι ἀέλιον λεύσσει;
- ἔχει πότμος νιν, ὥστʼ ἀπηλλάχθαι πόνων.
- τί δʼ ἁ τοῦ χαλκεομήστορος Ἕκτορος δάμαρ,
- Ἀνδρομάχα τάλαινα, τίνʼ ἔχει τύχαν;
- καὶ τήνδʼ Ἀχιλλέως ἔλαβε παῖς ἐξαίρετον.
- ἐγὼ δὲ τῷ
- πρόσπολος ἁ τριτοβάμονος χερὶ
- δευομένα βάκτρου γεραιῷ κάρᾳ;
- Ἰθάκης Ὀδυσσεὺς ἔλαχʼ ἄναξ δούλην σʼ ἔχειν.
- ἒ ἔ.