The Trojan Women
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- οὔκ, ἀλλὰ λέκτρων σκότια νυμφευτήρια.
- ἦ τὰν τοῦ Φοίβου παρθένον, ᾇ γέρας ὁ
- χρυσοκόμας ἔδωκʼ ἄλεκτρον ζόαν;
- ἔρως ἐτόξευσʼ αὐτὸν ἐνθέου κόρης.
- ῥῖπτε, τέκνον, ζαθέους κλῇ-
- δας καὶ ἀπὸ χροὸς ἐνδυ-
- τῶν στεφέων ἱεροὺς στολμούς.
- οὐ γὰρ μέγʼ αὐτῇ βασιλικῶν λέκτρων τυχεῖν;
- τί δʼ ὃ νεοχμὸν ἀπʼ ἐμέθεν ἐλάβετε τέκος, ποῦ μοι;
- Πολυξένην ἔλεξας, ἢ τίνʼ ἱστορεῖς;
- ταύταν· τῷ πάλος ἔζευξεν;
- τύμβῳ τέτακται προσπολεῖν Ἀχιλλέως.
- ὤμοι ἐγώ· τάφῳ πρόσπολον ἐτεκόμαν.