The Trojan Women

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. χερσὶ γαῖαν κτυποῦσα δισσαῖς.
Χορός
  1. διάδοχά σοι γόνυ τίθημι γαίᾳ
  2. τοὺς ἐμοὺς καλοῦσα νέρθεν
  3. ἀθλίους ἀκοίτας.
Ἑκάβη
  1. ἀγόμεθα φερόμεθʼ ---
Χορός
  1. ἄλγος ἄλγος βοᾷς.
Ἑκάβη
  1. δούλειον ὑπὸ μέλαθρον.
Χορός
  1. ἐκ πάτρας γʼ ἐμᾶς.
Ἑκάβη
  1. ἰώ.
  2. Πρίαμε Πρίαμε, σὺ μὲν ὀλόμενος
  3. ἄταφος ἄφιλος
  4. ἄτας ἐμᾶς ἄιστος εἶ.
Χορός
  1. μέλας γὰρ ὄσσε κατεκάλυψε
  2. θάνατος ὅσιος ἀνοσίαις σφαγαῖσιν.
Ἑκάβη
  1. ἰὼ θεῶν μέλαθρα καὶ πόλις φίλα,
Χορός
  1. ἓ ἕ.
Ἑκάβη
  1. τὰν φόνιον ἔχετε φλόγα δορός τε λόγχαν.
Χορός
  1. τάχʼ ἐς φίλαν γᾶν πεσεῖσθʼ ἀνώνυμοι.
Ἑκάβη
  1. κόνις δʼ ἴσα καπνῷ πτέρυγι πρὸς αἰθέρα
  2. ᾆστον οἴκων ἐμῶν με θήσει.