The Trojan Women
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- ὄνομα δὲ γᾶς ἀφανὲς εἶσιν· ἄλλᾳ δʼ
- ἄλλο φροῦδον, οὐδʼ ἔτʼ ἔστιν
- ἁ τάλαινα Τροία.
- ἐμάθετʼ, ἐκλύετε;
- Περγάμων γε κτύπον.
- ἔνοσις ἅπασαν ἔνοσις ---
- ἐπικλύσει πόλιν.
- ἰώ·
- τρομερὰ μέλεα, φέρετʼ ἐμὸν ἴχνος·
- ἴτʼ ἐπί, τάλανα,
- δούλειον ἁμέραν βίου.
- ἰὼ τάλαινα πόλις· ὅμως δὲ
- πρόφερε πόδα σὸν ἐπὶ πλάτας Ἀχαιῶν.