The Trojan Women

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. ψυχὴν ἀφῆκεν Ἕκτορος τοῦ σοῦ γόνος·
  2. φόβον τʼ Ἀχαιῶν, χαλκόνωτον ἀσπίδα
  3. τήνδʼ, ἣν πατὴρ τοῦδʼ ἀμφὶ πλεύρʼ ἐβάλλετο,
  4. μή νυν πορεῦσαι Πηλέως ἐφʼ ἑστίαν,
  5. μηδʼ ἐς τὸν αὐτὸν θάλαμον, οὗ νυμφεύσεται
  6. μήτηρ νεκροῦ τοῦδʼ Ἀνδρομάχη, λύπας ὁρᾶν,
  7. ἀλλʼ ἀντὶ κέδρου περιβόλων τε λαΐνων
  8. ἐν τῇδε θάψαι παῖδα· σὰς δʼ ἐς ὠλένας
  9. δοῦναι, πέπλοισιν ὡς περιστείλῃς νεκρὸν
  10. στεφάνοις θʼ, ὅση σοι δύναμις, ὡς ἔχει τὰ σά·
  11. ἐπεὶ βέβηκε, καὶ τὸ δεσπότου τάχος
  12. ἀφείλετʼ αὐτὴν παῖδα μὴ δοῦναι τάφῳ.
  13. ἡμεῖς μὲν οὖν, ὅταν σὺ κοσμήσῃς νέκυν,